Wednesday, June 1, 2011

Hebrews 1 - ETGNT

Hebrews 1

Texts used:
P46 - middle second century (Comfort and Barrett)
P114 - third century (Comfort and Barrett)
P12 - 285–300 (Comfort and Barrett)
B - c. 325 - 350
א - c. 330 - 360

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι θεὸς λαλήσας τοῖς πατράσιν[1] ἐν τοῖς προφήταις  2 ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ[2] ἐποίησεν τοὺς αἰῶνας· 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων[3] τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,[4] καθαρισμὸν τῶν ἁμαρτιῶν [5] ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,  4 τοσούτῳ[6] κρείττων γενόμενος ἀγγέλων[7] ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.  5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ[8] εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;  6 ὅταν δὲ πάλιν εἰσαγάγῃ[9] τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει
Καὶ προσκυνησάτωσαν αὐτῷ[10] πάντες ἄγγελοι θεοῦ.  7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει
ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8 πρὸς δὲ τὸν υἱόν
θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,[11] καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος[12] τῆς βασιλείας αὐτοῦ.[13] 9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν[14] διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου,[15] ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
10 καί Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις[16] αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ[17] ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε
Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν[18] ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;


[1] 1 πατράσιν P46* B א; πατράσιν ἡμῶν P12 P46c1
[2] 2 καὶ B א; omit P46
[3] 3 φέρων P46 Bc2 א; φανερῶν B* Bc3
[4] 3 αὐτοῦ B א; δι αὐτοῦ P46
[5] 3 ἡμῶν אc2; omit P46 B א*
[6] 4 τοσούτῳ B א; τοσούτων P46
[7] 4 ἀγγέλων P46 B; τῶν ἀγγέλων א
[8] 5 αὐτῷ P46 B אc; omit א*
[9] 6 εἰσαγάγῃ B א; αγάγῃ P46vid
[10] 6 αὐτῷ B א; omit P46
[11] 8 τοῦ αἰῶνος P46 א A; omit P114vid B
[12] 8 τῆς εὐθύτητος ῥάβδος P46 P114vid B אc; omit א*
[13] 8 αὐτοῦ P46 B א; σου P114vid A
[14] 9 ἀνομίαν P46 P114vid B; ἀδικίαν א A
[15] 9 ὁ θεός σου P46 B א; σου ὁ θεός P114
[16] 12 ἑλίξεις P46 B אc2; ἀλλάξεις א*
[17] 12 δὲ P46 B אc1; δὲ καὶ א*
[18] 14 διακονίαν P46 א; διακονίας B


The Earliest Text of the Greek New Testament, Copyright 2011, C. A. Hepworth

No comments:

Post a Comment